Add parallel Print Page Options

Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν. νήψατε, γρηγορήσατε. ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν [a]τινα [b]καταπιεῖν· ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν [c]τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10 ὁ δὲ θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν [d]Χριστῷ, ὀλίγον παθόντας αὐτὸς [e]καταρτίσει, στηρίξει, σθενώσει, [f]θεμελιώσει. 11 [g]αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας [h]τῶν αἰώνων· ἀμήν.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Α΄ 5:8 τινα NIV] τίνα RP; – WH Treg
  2. ΠΕΤΡΟΥ Α΄ 5:8 καταπιεῖν WH Treg NIV] καταπίῃ RP
  3. ΠΕΤΡΟΥ Α΄ 5:9 τῷ WH Treg NIV] – RP
  4. ΠΕΤΡΟΥ Α΄ 5:10 Χριστῷ WH NIV] + Ἰησοῦ Treg RP NA
  5. ΠΕΤΡΟΥ Α΄ 5:10 καταρτίσει WH Treg NIV] καταρτίσαι ὑμᾶς RP
  6. ΠΕΤΡΟΥ Α΄ 5:10 θεμελιώσει NIV RP] – WH Treg
  7. ΠΕΤΡΟΥ Α΄ 5:11 αὐτῷ WH Treg NIV] + ἡ δόξα καὶ RP
  8. ΠΕΤΡΟΥ Α΄ 5:11 τῶν αἰώνων Treg NIV RP] – WH NA